previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τῶν πολεμίων δύναμις ἐξεστρατευμένη πρὸ τῆς πόλεως πολλή τε καὶ ἀγαθή. συνεληλύθεσαν γὰρ ἐξ ἁπάσης Τυρρηνίας οἱ δυνατώτατοι τοὺς ἑαυτῶν πενέστας ἐπαγόμενοι, καὶ ἐγένετο τοῦ Ῥωμαικοῦ στρατοῦ [5] μεῖζον τὸ Τυρρηνικὸν οὐκ ὀλίγῳ. τοῖς δ᾽ ὑπάτοις τό τε πλῆθος ὁρῶσι τῶν πολεμίων καὶ τὴν λαμπρότητα τῶν ὅπλων πολὺ δέος ἐνέπεσε, μή ποτ᾽ οὐχ ἱκανοὶ [p. 279] γένωνται στασιαζούσῃ δυνάμει τῇ σφετέρᾳ πρὸς ὁμονοοῦσαν τὴν τῶν πολεμίων ἀντιταξάμενοι ὑπερβαλέσθαι: ἐδόκει τ᾽ αὐτοῖς ὀχυρωσαμένοις τὰ στρατόπεδα τρίβειν τὸν πόλεμον ἐκδεχομένοις, εἴ τινα δώσει πλεονεξίας ἀφορμὴν αὐτοῖς τὸ τῶν πολεμίων θράσος ἀλογίστῳ καταφρονήσει ἐπαρθέν. ἀκροβολισμοὶ δὴ μετὰ τοῦτο συνεχεῖς ἐγίνοντο καὶ ψιλῶν συμπλοκαὶ βραχεῖαι, μέγα δ᾽ λαμπρὸν ἔργον οὐδέν.


οἱ δὲ Τυρρηνοὶ ἀχθόμενοι τῇ τριβῇ τοῦ πολέμου

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: