previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


χρησμῳδός, αὐτοῖς ἔφρασε πλεῖν ἐπὶ δυσμῶν ἡλίου, τέως ἂν εἰς τοῦτο τὸ χωρίον ἔλθωσιν, ἐν κατέδονται τὰς τραπέζας: ὅταν δὲ τοῦτο μάθωσι γενόμενον, ἡγεμόνα τετράποδα ποιησαμένους, ὅπου ἂν κάμῃ τὸ [5] ζῷον, ἐνταῦθα δείμασθαι πόλιν. τοῦτο δὴ τὸ θεοπρόπιον ἀναμνησθέντες, οἱ μὲν τὰ ἕδη τῶν θεῶν Αἰνείου κελεύσαντος εἰς τὸ ἀποδειχθὲν χωρίον ἐκ τῆς νεὼς ἐξέφερον, οἱ δὲ βάθρα καὶ βωμοὺς κατεσκεύαζον αὐτοῖς, αἱ δὲ γυναῖκες ὀλολυγῇ καὶ χορείαις χρώμεναι παρεκόμιζον τὰ ἱερά, οἱ δὲ ἀμφὶ τὸν Αἰνείαν παρασκευασθείσης θυσίας ἔχοντες τοὺς στεφάνους περὶ τὸν βωμὸν ἔστησαν.


ἐν δὲ οὗτοι τὰς εὐχὰς ἐποιήσαντο, μέλλουσα καθιεροῦσθαι ὗς ἐγκύμων οὖσα καὶ οὐ πρόσω τόκου καταρχομένων αὐτῆς τῶν θυτήρων διασεισαμένη καὶ ἀποφυγοῦσα τοὺς κατέχοντας ἄνω θαλάττης [p. 90] ἔθει. Αἰνείας δὲ μαθὼν ὅτι ταύτην ἄρα τὴν τετράποδα ἡγεμόνα τὸ θέσφατον αὐτοῖς ἐδήλου παρηκολούθει

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: