previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δ᾽ ὡς εἶδεν αὐτόν, μιαρώτατε πάντων, εἶπεν, ἀνθρώπων, καὶ δίκας ὑφέξων οὐκ εἰς μακρὰν ὧν ἄξιος εἶ, λέγε, τίς εἶ καὶ πόθεν ἀφιγμένος καὶ τίνι βοηθείᾳ πεποιθὼς ἐπεχείρησας ἔργῳ τηλικῷδε: καὶ πότερον τὸν γραμματέα τὸν ἐμὸν ἀποκτεῖναί σοι προὔκειτο μόνον κἀμέ: καὶ τίνας ἔχεις κοινωνοὺς τῆς ἐπιβουλῆς συνίστορας; ἀποκρύψῃ δὲ μηδὲν τῶν ἀληθῶν, ἵνα μὴ βασανιζόμενος ἀναγκασθῇς λέγειν.


καὶ Μούκιος οὔτε μεταβολῇ χρώματος οὔτε συννοίᾳ προσώπου τὸν ὀρρωδοῦντα διασημήνας οὔτ᾽ ἄλλο παθὼν οὐδέν, ὧν φιλοῦσι πάσχειν οἱ μέλλοντες ἀποθνήσκειν, λέγει πρὸς αὐτόν: ἐγὼ Ῥωμαῖος μέν εἰμι, καὶ οὐ τῶν ἐπιτυχόντων ἕνεκα γένους, ἐλευθερῶσαι [p. 180] δὲ τὴν πατρίδα τοῦ πολέμου βουληθεὶς ἦλθον ἐπὶ τὸ στρατόπεδον ὑμῶν ὡς τῶν αὐτομόλων τις, ἀποκτεῖναί σε βουλόμενος: οὐκ ἀγνοῶν μέν, ὅτι καὶ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: