previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


γνωρίσαντες ἐκ τῶν ὅπλων καὶ ἀπὸ τῶν σημείων ἐξέστησαν τῶν λογισμῶν καὶ τὰ ὅπλα ῥίψαντες ἐπειρῶντο σώζειν ἑαυτούς. ἦν δ᾽ ἄπορος σωτηρία τοῖς πολλοῖς περιεχομένοις κύκλῳ ὑπ᾽ ἐχθρῶν, καὶ τῶν Ῥωμαίων ἵππος ἐπικειμένη πανταχόθεν αὐτοὺς ἀπέκλειεν: ὥστ᾽ ὀλίγοι μέν τινες ἔφθησαν τὰ δεινὰ ὑπεκδύντες, οἱ δὲ πλείους κατεκόπησαν ὑπὸ τῶν πολεμίων παρέδοσαν ἑαυτούς. ἀντέσχον δ᾽ οὐδ᾽ οἱ καταλειφθέντες ἐπὶ τοῦ χάρακος, ἀλλὰ καὶ τὸ ἔρυμα ἑάλω τῇ πρώτῃ ἐφόδῳ: ἔνθα σὺν τοῖς ἰδίοις τῶν Σαβίνων χρήμασι καὶ τὰ Ῥωμαίων ἅπαντα σὺν πολλοῖς αἰχμαλώτοις ἔτι ἀκέραια ὄντα τοῖς ἀπολωλεκόσιν ἀνεσώθη.


ὡς δ᾽ πρώτη πεῖρα τῷ Ταρκυνίῳ κατὰ νοῦν ἐχώρησεν, ἀναλαβὼν τὴν δύναμιν ἧκεν ἐπὶ τοὺς ἐν Φιδήνῃ ἐστρατοπεδευκότας τῶν Σαβίνων, οἷς οὔπω δῆλος ἦν τῶν σφετέρων ὄλεθρος. ἔτυχον δὲ κἀκεῖνοι προεξεληλυθότες ἐκ τοῦ χάρακος καὶ ἤδη ὄντες ἐν ὁδῷ: ὡς δὴ πλησίον ἐγένοντο καὶ εἶδον ἐπὶ δορατίων

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: