This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁ κροκόδειλος ῾καὶ μέντοι καὶ ταῦτα πρὸς τοῖς ἤδη διηνυσμένοις ὑπὲρ τοῦ ζῴου ἀκήκοἀ φύσει δειλός ἐστι καὶ κακοήθης δὲ καὶ πανοῦργος δεινῶς: καὶ ἁρπάζει μὲν καὶ ἐπιβουλεύει μάλα ὀξέως, πέφρικε δὲ τοὺς κτύπους πάντας, δέδοικε δὲ καὶ ἀνθρώπου βιαιοτέραν βοήν, καὶ μέντοι καὶ τοὺς εὐθαρσέστερον ἐπιόντας ὀρρωδεῖ ἰσχυρῶς. οἱ τοίνυν καλούμενοι κατὰ τὴν Αἴγυπτον Τεντυρῖται ἴσασι καὶ ὅθεν εὐχείρωτόν ἐστι τὸ θηρίον: μάλιστα δ᾽ ἂν τρωθείη ἐς δέον ὀφθαλμοὺς βληθεὶς ἢ μασχάλας καὶ μέντοι καὶ τὴν νηδύν. τὰ νῶτα δὲ πέφυκε καὶ τὴν οὐρὰν ἄρρηκτος: λεπίσι τε γὰρ καὶ φολίσι πέφρακται καὶ ὡς ἂν εἴποι τις ὥπλισται, καὶ ἐοίκασιν ὀστράκοις καρτεροῖς ἢ κόγχαις. οἱ τοίνυν προειρημένοι οὕτως εἰσὶ φιλόπονοι πρὸς τὴν αὐτῶν θηράν, ὡς τὸν ἐκεῖθι ποταμὸν εἰρήνην ἅγειν αὐτῶν βαθυτάτην. ἐνταῦθά τοι καὶ θαρροῦντες νήχονται, καὶ ἀθύρουσιν ἐν τῇ νήξει. ἐν Ὀμβίταις δὲ ἢ Κοπτίταις ἢ Ἀρσενοΐταις οὐδ᾽
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.