previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Θύμαλον δὲ ἰχθὺν οὕτω καλούμενον τρέφει Τέκινος ῾ποταμοῦ δὲ ὄνομα τοῦτο Ἰταλοὖ, καὶ μέγεθος μὲν ὅσον καὶ ἐπὶ πῆχυν προήκει, ἰδεῖν δὲ μεταξὺ λάβρακός ἐστι καὶ κεφάλου. ἄξιον δὲ αὐτοῦ ἑαλωκότος θαυμάσαι τὴν ὀσμήν: οὐ γάρ τί που προσβάλλει ἰχθυηρὸν ἀέρα κατὰ τοὺς λοιπούς, ἀλλὰ εἴποις ἂν διὰ χειρῶν κατέχειν θύμαλον νεωστὶ τρυγηθέντα, καὶ οὖν καὶ εὔοσμός ἐστι, καί τις οὐκ ἰδὼν τὸ ζῷον οἰήσεται πόαν ἔνδον εἶναι τὴν μάλιστα μελιττῶν τροφόν, ἔνθεν τοι καὶ κέκληται. λίνῳ μὲν [p. 354] οὖν αἱρεθείη ἂν ῥᾷστα: δελέατι δὲ καὶ ἀγκίστρῳ οὐχ αἱρήσεις αὐτόν, οὐχ ὑὸς πιμελῇ, οὐ σέρφῳ, οὐ χήμῃ, οὐκ ἰχθύος ἑτέρου ἐντέρῳ, οὐ στρόμβου τένοντι. κώνωπι δὲ αἱρεῖται μόνῳ, πονηρῷ μὲν ζῴῳ καὶ μεθ᾽ ἡμέραν καὶ νύκτωρ ἀνθρώποις ἐχθρῷ καὶ δακεῖν καὶ βοῆσαι, αἱρεῖ δὲ τὸν θύμαλον τὸν προειρημένον: φιληδεῖ γὰρ αὐτῷ μόνῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: