Click on a word to bring up parses, dictionary entries, and frequency statistics
αἰλούρων ὁ μὲν ἄρρην ἐστὶ λαγνίστατος, ὁ δὲ θῆλυς φιλότεκνος, φεύγει δὲ τὴν πρὸς τὸν ἄρρενα ὁμιλίαν: ἀφίησι γὰρ τὸν θορὸν θερμότατόν τε καὶ προσεοικότα πυρί, καὶ κάει τῆς θηλείας τὸ ἄρθρον. [p. 152] εἰδὼς οὖν ὁ ἄρρην τοῦτο τὰ κοινὰ βρέφη διαχρῆται, ἣ δὲ παίδων ἑτέρων πόθῳ ἑαυτὴν παρέχει συνελθεῖν γλιχομένῳ. φασὶ δὲ τοὺς αἰλούρους πάντα ὅσα δυσώδη ἐστὶ μισεῖν τε καὶ βδελύττεσθαι. ταύτῃ τοι καὶ τὸ σφέτερον περίττευμα ἀφιέναι πρότερον βόθρον ὀρύξαντας, ἵνα ἀφανίσωσιν αὐτὸ τῆς γῆς ἐπιβαλόντες.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.