previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὑπὸ τοῖς ποσὶ τοῦ Ἄτλαντος ῾ὄρος δὲ ἄρα τοῦτο ὑμνεῖται καὶ ὑπὸ τῶν συγγραφέων καὶ μέντοι καὶ ὑπὸ τῶν ποιητῶν᾽ νομαί τέ εἰσι θαυμασταὶ καὶ ὗλαι βαθύταται, καὶ τό γε δάσος αὐτῶν ἔοικεν ἄλσεσι πάνυ σκιεροῖς καὶ συνηρεφέσιν. ἐνταῦθα δήπου τοὺς ἤδη παλαιοὺς τῶν ἐλεφάντων φασὶν ἀφικνεῖσθαι, γήρᾳ βαρεῖς ὄντας: ἄγει δὲ αὐτοὺς ἄρα φύσις ὥσπερ οὖν ἐς ἀποικίαν, ἀναπαύσασα ἤδη καὶ οἷον ὅρμον τινὰ καὶ λιμένα ποθητὸν ἀποφήνασα αὐτοῖς, ὅπου τοῦ βίου τοῦ σφετέρου τὸ λοιπὸν καταζήσουσιν. ἀνεῖται δὲ αὐτοῖς καὶ πηγὴ ποτίμου τε ὕδατος καὶ καθαροῦ μάλα ἄφθονος, νομίζονταί τε ἱεροί, καὶ ἀφίενται ἄσυλοι, καὶ παρά γε τῶν βαρβάρων τῶντῇ δε εἰλήφασιν ἐς ἀθηρίαν σπονδάς, ᾄδονται τε ὡς ὑλαίοις τισὶ θεοῖς καὶ ναπαίοις τοῦ χώρου δεσπόταις πάνυ μέλονται. διαρρεῖ δὲ ὑπὲρ αὐτῶν καὶ ἐκεῖνος λόγος ὡς ἄρα τις τῶν βασιλέων τῶν ἐπιχωρίων ἐπόθησε διὰ τὸ κάλλος τῶν ὀδόντων καὶ τὸ μέγεθος ἀποκτεῖναί [p. 171] τινας αὐτῶν, ἵνα οἱ γένηται κτῆμα ἐξαίρετον: εἶναι γὰρ διά τε πολυετίαν καὶ πλῆθος χρόνου μέγιστον μέγιστα ἐκείνων τῶν ζῴων ταῦτα τὰ ὅπλα. ὡς δὲ ἐσῆλθεν ἥδε ἐπιθυμία αὐτόν, τριακοσίους λογάδας ἐξέπεμψε κατακοντιοῦντας τήνδε τὴν ἱερὰν ἀγέλην. καὶ οἳ μὲν ποδῶν εἶχον διανύσαντες τὴν ὁδὸν ὡπλισμένοι καὶ δὴ τῷ χωρίῳ προσεπέλαζον, λοιμὸς δὲ αὐτοὺς ἄφνω συλλαβὼν κατέστρωσε, καὶ πλὴν ἑνὸς οἱ πάντες ἀπολώλασιν, ὅσπερ οὖν ἐπανελθὼν τὸ πάθος διηγήσατο τῷ πέμψαντι καὶ μάλα γε οἴκτιστον. οὕτω μὲν δὴ καὶ θεοφιλεῖς ἐφωράθησαν ὄντες ἐλέφαντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: