previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πειρῶνται δὲ οἱ προήκοντες ἐς ἄκρον τῆσδε τῆς σοφίας καὶ ἅρμα οὕτως περικυκλεῖν καὶ περιάγειν: εἴη δ᾽ ἂν ἆθλος οὐκ εὐκαταφρόνητος ἀδηφάγων ἵππων τέτρωρον περιστρέφειν ῥᾳδίως: φέρει δὲ τὸ ἅρμα παραβάτας δύο. δὲ στρατιώτης ἐλέφας ἐπὶ τοῦ καλουμένου θωρακίου καὶ νὴ Δία τοῦ νώτου γυμνοῦ καὶ ἐλευθέρου φέρει πολεμιστὰς μὲν τρεῖς παρ᾽ ἑκάτερα βάλλοντας καὶ τὸν τρίτον κατόπιν, τέταρτον δὲ τὸν τὴν ἅρπην ἔχοντα διὰ χειρῶν καὶ ἐκείνῃ τὸν θῆρα ἰθύνοντα, ὡς οἴακι ναῦν κυβερνητικὸν ἄνδρα καὶ ἐπιστάτην τῆς νεώς. θήρα δὲ παρδάλεων Μαυρουσία εἴη ἄν. καὶ ἔστιν αὐτοῖς οἰκοδομία λίθων πεποιημένη, καὶ ἔοικε ζωγρείῳ τινί, καὶ ἔστι μὲν λόχος δε πρῶτος: γε μὴν δεύτερος, ἐνδοτέρω σαπροῦ κρέως καὶ ὀδωδότος μοῖραν μηρίνθου τινὸς μακροτέρας ἐξαρτῶσι, θύραν δὲ ἐκ ῥιπίδων καί τινων καλάμων ἀραιὰν ἐπέστησαν, καὶ μέντοι καὶ δι᾽ αὐτῶν ἐκπνεῖται τοῦ κρέως τοῦ προειρημένου ὀσμὴ διαρρέουσα. αἰσθάνονται δὲ αἱ θῆρες, καὶ γάρ πως τοῖς κακόσμοις φιληδοῦσι: προσβάλλει γὰρ αὐτὰς τῶν προειρημένων ἀήρ, ἐάν τε ἐν ἄκροις τοῖς ὄρεσιν ἐάν τε ἐν φάραγγι, καὶ μέντοι καὶ ἐν αὐλῶνι. εἶτα ἀνεφλέχθη τῇ ὀσμῇ ἐντυχοῦσα, [p. 324] καὶ ὑπὸ τῆς ἄγαν ὁρμῆς ἐς τὴν θοίνην τὴν φίλην ᾄττει φερομένη: ἕλκεται δὲ ὑπ᾽ αὐτῆς ὡς ὑπό τινος ἴυγγος. εἶτα ἐμπίπτει τῇ θύρᾳ καὶ ἀνατρέπει αὐτὴν καὶ ἔχεται τοῦ δυστυχοῦς δείπνου. τῇ γάρ τοι μηρίνθῳ τῇ προειρημένῃ συνυφάνθη πάγη καὶ μάλα σοφή, ἥπερ οὖν ἐσθιομένου τοῦ κρέως κινεῖται, καὶ περιλαμβάνει τὴν λίχνον πάρδαλιν. καὶ ἑάλω, γαστρὸς ἀδηφάγου καὶ μυσαρᾶς ἑστιάσεως δέκας ἐκτίνουσα δυστυχής.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: