previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀκούω λεγόντων ἐν Ἔρυκι, ἔνθα δήπου καὶ τῆς Ἀφροδίτης ὑμνούμενος νεώς ἐστιν, οὗπερ οὖν καὶ ἀνωτέρω μνήμην ἐποιησάμην τῶν ἐκεῖθι περιστερῶν εἰπὼν τὰ ἴδια, εἶναι μὲν καὶ χρυσὸν πολὺν καὶ ἄργυρον πάμπλειστον καὶ ὅρμους καὶ δακτυλίους μέγα τιμίους, ἄσυλα δὲ εἶναι καὶ ἄψαυστα ταῦτα τῷ τῆς θεοῦ δέει, καὶ ἀεὶ τοὺς ἄνω τοῦ χρόνου δι᾽ αἰδοῦς ἄγειν θαυμαστῆς καὶ τὴν δαίμονα τὴν προειρημένην καὶ τὰ κειμήλια ἐκείνης. Ἀμίλκαν δὲ πυνθάνομαι τὸν Λίβυν συλήσαντα αὐτὰ καὶ ἐργασάμενον χρυσίον καὶ ἀργύριον εἶτα μέντοι διανεῖμαι τῇ στρατιᾷ πονηρὰν νομήν, καὶ ὑπὲρ τούτων αὐτὸν ἀλγεινότατα καὶ βαρύτατα αἰκισθέντα ἅμα καὶ κολασθέντα κρεμασθῆναι, πᾶν δὲ ὅσον αὐτῷ τῆς πράξεως καὶ τῆς ἐκδίκου θεοσυλίας ἐγένετο μέτοχον βιαίοις τε καὶ δεινοῖς χρήσασθαι θανάτοις, τε πατρὶς αὐτοῦ εὐδαιμονιζομένη τέως καὶ ζηλωτὴ δοκοῦσα ἐν ὀλίγαις τῶν ἱερῶν χρημάτων ἐσκομισθέντων δὲ δούλη ἦν. καὶ ταῦτα μὲν πρὸς τὴν παροῦσάν μοι χρείαν σεμνὰ ὄντα ὅμως οὐχ ὁρᾷ πω, τὸ δὲ τοῖς λόγοις τοῖσδε συμμελὲς τοῦτο εἰρήσεται. ἀνὰ πᾶν ἔτος καὶ ἡμέραν πᾶσαν θύουσι τῇ θεῷ καὶ οἱ ἐπιχώριοι καὶ οἱ ξένοι. καὶ μὲν βωμὸς ὑπὸ τῷ οὐρανῷ μέγιστός ἐστι, πολλῶν δὲ ἐπ᾽ αὐτοῦ καθαγιζομένων θυμάτων δὲ πανημέριος καὶ ἐς νύκτα ἐξάπτεται. ἕως δὲ ὑπολάμπει, καὶ ἐκεῖνος οὐκ ἀνθρακιάν, οὐ σποδόν, οὐχ ἡμικαύτων τρύφη δαλῶν ὑποφαίνει, δρόσου δὲ ἀνάπλεώς ἐστι καὶ πόας νεαρᾶς, ἥπερ οὖν ἀναφύεται ὅσαι νύκτες. τά γε μὴν ἱερεῖα [p. 269] ἑκάστης ἀγέλης αὐτόματα φοιτᾷ καὶ τῷ βωμῷ παρέστηκεν, ἄγει δὲ ἄρα αὐτὰ πρώτη μὲν θεός, εἶτα δύναμίς τε καὶ τοῦ θύοντος βούλησις. εἰ γοῦν ἐθέλοις θῦσαι οἶν, ἰδού σοι τῷ βωμῷ παρέστηκεν οἶς, καὶ δεῖ χέρνιβα κατάρξασθαι: εἰ δὲ εἴης τῶν ἁδροτέρων καὶ ἐθέλοις θῦσαι βοῦν θήλειαν καὶ ἔτι πλείους, εἶτα ὑπὲρ τῆς τιμῆς οὔτε σὲ νομεὺς ἐπιτιμῶν ζημιώσει οὔτε σὺ λυπήσεις ἐκεῖνον: τὸ γὰρ δίκαιον τῆς πράσεως θεὸς ἐφορᾷ. καὶ εὖ καταθεὶς ἵλεων ἕξεις αὐτήν: εἰ δὲ ἐθέλοις τοῦ δέοντος πρίασθαι εὐτελέστερον, σὺ μὲν κατέθηκας τὸ ἀργύριον ἄλλως, τὸ δὲ ζῷον ἀπέρχεται, καὶ θῦσαι οὐκ ἔχεις. ἴδιον μὲν δὴ Ἐρυκίνων ζῴων εἰρήσθω καὶ τοῦτο ἡμῖν ἐπὶ τοῖς ἄνω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: