previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὑποδύς, καθάπερ προσωπεῖον ἕτερον στολὴν ὑποκριτὴς ἄλλην. ἐπεὶ τοίνυν ταῦθ᾽ οὕτως ἔχει, φαίη τις ἂν καὶ τὴν φύσιν μὴ καθέψουσαν μηδὲ ἐπιχρίουσαν φαρμάκοις, ὥσπερ οὖν Μήδειάν τινα Κίρκην, καὶ ἐκείνην φαρμακίδα εἶναι. πομπίλον πελάγιον καὶ βυθῷ φιληδοῦντα εἰδέναι χρὴ μάλιστα ἰχθύων ὧν ἴσμεν ἀκοῇ: μισεῖ δὲ αὐτὸς τὴν γῆν τὸν ἰχθὺν ἐκείνη. τεμνούσας δὲ ἄρα μέσον τὸν πόρον τὰς ναῦς οἵδε οἱ πομπίλοι ὥσπερ οὖν ἐρωμένας προσνέοντες δορυφοροῦσι, καὶ δεῦρο καὶ ἐκεῖσε περιέρχονται χορεύοντες ἅμα καὶ πηδῶντες. οἱ μὲν οὖν περίνεῳ ὁπόσον ἀφεστᾶσι τῆς γῆς, οὐδὲ ἓν αὐτοῖς εἰδέναι πάρεστι δήπου: οἱ δὲ ναῦται, κλέπτεσθαι μέντοι καὶ αὐτοῖς τὸ ἀληθὲς εἴωθεν. οἵ γε μὴν πομπίλοι μακρόθεν ᾔσθοντο δίκην εὐρίνου κυνὸς τὸ θήραμα ἑλούσης τάχιστα, καὶ οὐκέτι τοσοῦτος αὐτοὺς ἔρως νεὼς καταλαμβάνει, ὡς παραμένειν, ἀλλὰ οἷα ὑπὸ συνθήματι ἀθρόοι γενόμενοι [p. 43] ᾤχοντο ἀπιόντες. καὶ ἴσασιν έντεῦθεν οἱ τῆς νεὼς ἄρχοντες ὅτι ἄρα χρὴ περιβλέπειν γῆν οὐ πυρσοῖς τεκμαιρομένους ἀλλὰ τοῖς προειρημένοις πεπαιδευμένους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: