This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὴν τῶν θύννων θήραν Ἰταλοί τε καὶ Σικελοὶ κητείαν φιλοῦσιν ὀνομάζειν: τά τε χωρία, ἔνθα αὐτοῖς εἴωθε θησαυρίζεσθαι τά τε δίκτυα τὰ μεγάλα καὶ ἡ λοιπὴ παρασκευὴ ἡ θηρατική, καλεῖται μέντοι κητοθηρεῖα, τοῦ θύννου τὸ μέγεθος ἐς τὰ κήτη βουλομένων τὸ λοιπὸν ἀποκρίνειν. ἀκούω δὲ Κελτοὺς καὶ Μασσαλιώτας καὶ τὸ Λιγυστικὸν πᾶν ἀγκίστροις τοὺς θύννους θηρᾶν: εἴη δ᾽ ἂν ταῦτα ἐκ σιδήρου μὲν πεποιημένα, μέγιστα δὲ καὶ παχέα ἰδεῖν. καὶ τά γε ὑπὲρ τῶν θύννων νῦν πρὸς τοῖς ἤδη προειρημένοις τοσαῦτα ἔστω μοι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.