previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἵππου δὲ ἄρα καὶ τὸ εὐμαθὲς ἴδιον ἦν, καὶ τούτου μαρτύριον ἐκεῖνο. Συβαρίτας τοὺς ἐν Ἰταλίᾳ τρυφῆς ἀκούω ποιήσασθαι φροντίδα ὑπερβάλλουσαν, καὶ τῶν μὲν ἄλλων ἔργων τε καὶ σπουδασμάτων ἀμαθῶς ἔχειν, πάντα δὲ τὸν ἑαυτῶν βίον διάγειν ῥᾳστωνεύοντας ἐν ἀργίᾳ καὶ πολυτελείᾳ. περιηγεῖσθαι μὲν οὖν ἕκαστα τῶν ἐν Συβάρει μακρὸν ἂν εἴη νῦν, ἐκεῖνο δ᾽ οὖν ὁμολογεῖ τρυφὴν ἄμαχον. δεδιδαγμένοι ἦσαν αὐτοῖς οἱ ἵπποι παρὰ τὸν τῆς εὐωχίας καιρὸν ὀρχεῖσθαι πρὸς αὐλόν. τοῦτο οὖν εἰδότες οἱ Κροτωνιᾶται ῾ἐπολέμουν δὲ αὐτοῖσ᾽ σάλπιγγα μὲν καὶ ἦχον σύντονον καὶ παρακλητικὸν ἐς ὅπλα κατεσίγασαν, αὐλοὺς δὲ καὶ αὐλητὰς παραλαβόντες, ἐπεὶ ὁμοῦ ἦσαν καὶ τόξευμα ἐξικνεῖτο ἤδη, ἐνέδοσαν ἐκεῖνοι τὸ μέλος τὸ ὀρχηστικόν, ὅπερ οὖν ἀκούσαντες οἱ τῶν Συβαριτῶν ἵπποι, ὡς ἐν μέσοις ὄντες τοῖς συμποσίοις, ἀπεσείσαντο μὲν τοὺς ἀναβάτας, ἐσκίρτων δὲ καὶ ἐχόρευον. καὶ ταύτῃ τὴν τάξιν συνέχεαν καὶ τὸν πόλεμον ἐξωρχήσαντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: