Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
καὶ γὰρ ἰατρικῇ
τὸ νοσερὸν καὶ ἁρμονικῇ τὸ ἐκμελές, ὅπως ἔχει,
σκοπεῖν συμβέβηκε πρὸς τὴν τῶν ἐναντίων ἀπεργασίαν,
αἵ τε πασῶν τελειόταται τεχνῶν, σωφροσύνη
καὶ δικαιοσύνη καὶ φρόνησις, οὐ καλῶν
μόνον καὶ δικαίων καὶ ὠφελίμων, ἀλλὰ καὶ βλαβερῶν
καὶ αἰσχρῶν καὶ ἀδίκων κρίσεις οὖσαι,
τὴν ἀπειρίᾳ τῶν κακῶν καλλωπιζομένην ἀκακίαν
οὐκ ἐπαινοῦσιν, ἀλλ᾽ ἀβελτερίαν ἡγοῦνται καὶ
ἄγνοιαν ὧν μάλιστα γινώσκειν προσήκει τοὺς
ὀρθῶς βιωσομένους.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.