Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
τὰ μὲν οὖν ἄλλα σαφῶς ἀπαγγέλλειν οὐ πρέπει
διὰ τὴν πόλιν, τὴν δὲ Δημοκλέους ἀρετὴν καὶ
σωφροσύνην ἄξιόν ἐστι μὴ παρελθεῖν. ἐκεῖνος
γὰρ ἦν ἔτι παῖς ἄνηβος, οὐκ ἔλαθε δὲ τὸν Δημήτριον
ἔχων τῆς εὐμορφίας τὴν ἐπωνυμίαν κατήγορον:
ἐκαλεῖτο γὰρ Δημοκλῆς ὁ καλός. ὡς δὲ
πολλὰ πειρώντων καὶ διδόντων καὶ φοβούντων
ὑπ᾽ οὐδενὸς ἡλίσκετο, τέλος δὲ φεύγων τὰς παλαίστρας
καὶ τὸ γυμνάσιον εἴς τι βαλανεῖον
ἰδιωτικὸν ἐφοίτα λουσόμενος, ἐπιτηρήσας τὸν καιρὸν
ὁ Δημήτριος ἐπεισῆλθεν αὐτῷ μόνῳ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.