Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
δεξαμένου δὲ Πύρρου πολὺς περιέστη πόλεμος
ἔτι μέλλοντα Δημήτριον. ἅμα γὰρ τὴν μὲν Ἑλλάδα
πλεύσας στόλῳ μεγάλῳ Πτολεμαῖος ἀφίστη,
Μακεδονίαν δὲ Λυσίμαχος ἐκ Θρᾴκης, ἐκ δὲ
τῆς ὁμόρου Πύρρος ἐμβαλόντες ἐλεηλάτουν. ὁ
δὲ τὸν μὲν υἱὸν ἐπὶ τῆς Ἑλλάδος κατέλιπεν, αὐτὸς
δὲ βοηθῶν Μακεδονίᾳ πρῶτον ὥρμησεν ἐπὶ Λυσίμαχον.
ἀγγέλλεται δὲ αὐτῷ Πύρρος ᾑρηκὼς
πόλιν Βέροιαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.