Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
αἱ δὲ πόλεις αἷς προσεῖχον, τοῦτο
μὲν στεφάνους ἐπέφερον τῇ ὑδρίᾳ, τοῦτο δὲ
ἄνδρας ἐν σχήματι πενθίμῳ συνθάψοντας καὶ
συμπαραπέμψοντας ἀπέστελλον. εἰς δὲ Κόρινθον
τοῦ στόλου καταπλέοντος ἥ τε κάλπις ἐκ
πρύμνης περιφανὴς ἑωρᾶτο πορφύρᾳ βασιλικῇ καὶ
διαδήματι κεκοσμημένη, καὶ παρειστήκεισαν ἐν
ὅπλοις νεανίσκοι δορυφοροῦντες. ὁ δὲ τῶν τότε
αὐλητῶν ἐλλογιμώτατος Ξενόφαντος ἐγγὺς καθεζόμενος
προσηύλει τῶν μελῶν τὸ ἱερώτατον:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.