Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
αὐτὸς μὲν Ἀντίγονος
ἐν Φρυγίᾳ διέτριβε, Πτολεμαῖον δ᾽ ἀκούων ἐκ
Κύπρου διαβάντα πορθεῖν Συρίαν καὶ τὰς πόλεις
ἀπάγειν καὶ βιάζεσθαι, κατέπεμψε τὸν υἱὸν Δημήτριον,
δύο καὶ εἴκοσιν ἐτῶν ὄντα καὶ στρατείας
τότε πρῶτον αὐτοτελῶς ἐπὶ πράγμασι μεγάλοις
ἁπτόμενον. οἷα δὲ νέος καὶ ἄπειρος ἀνδρὶ συμπεσὼν
ἐκ τῆς Ἀλεξάνδρου παλαίστρας ἠθληκότι
πολλοὺς καὶ μεγάλους καθ᾽ αὑτὸν ἀγῶνας, ἐσφάλη
περὶ πόλιν Γάζαν ἡττηθείς, ὀκτακισχιλίων
ἁλόντων καὶ πεντακισχιλίων ἀποθανόντων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.