Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
τὸν μὲν γὰρ Κλεομέδοντα τῆς δίκης
ἀφῆκαν, ἐγράφη δὲ ψήφισμα μηδένα τῶν πολιτῶν
ἐπιστολὴν παρὰ Δημητρίου κομίζειν. ἐπεὶ δὲ
ἀκούσας ἐκεῖνος οὐκ ἤνεγκε μετρίως, ἀλλ᾽ ἠγανάκτησε,
δείσαντες αὖθις οὐ μόνον τὸ ψήφισμα
καθεῖλον, ἀλλὰ καὶ τῶν εἰσηγησαμένων καὶ συνειπόντων
τοὺς μὲν ἀπέκτειναν, τοὺς δὲ ἐφυγάδευσαν,
ἔτι δὲ προσεψηφίσαντο δεδόχθαι τῷ δήμῳ τῶν
Ἀθηναίων πᾶν, ὅ τι ἂν ὁ βασιλεὺς Δημήτριος
κελεύσῃ, τοῦτο καὶ πρὸς θεοὺς ὅσιον καὶ πρὸς
ἀνθρώπους εἶναι δίκαιον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.