Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ἦν δὲ ὁ Φιλιππίδης Λυσιμάχου φίλος, καὶ
πολλὰ δἰ αὐτὸν ὁ δῆμος εὖ ἔπαθεν ὑπὸ τοῦ
βασιλέως. ἐδόκει δὲ καὶ πρὸς πρᾶξιν αὐτῷ καὶ
πρὸς στρατείαν εὐσύμβολος ἀπαντήσας εἶναι
καὶ ὀφθείς. ἄλλως δὲ καὶ διὰ τὸ ἦθος εὐδοκίμει,
μηθὲν ἐνοχλῶν μηδ᾽ αὐλικῆς περιεργίας ἀναπιμπλάμενος.
φιλοφρονουμένου δέ ποτε τοῦ
Λυσιμάχου πρὸς αὐτὸν καὶ εἰπόντος, ‘ὦ Φιλιππίδη,
τίνος σοι τῶν ἐμῶν μεταδῶ;’
‘μόνον,’
ἔφη, ‘βασιλεῦ, μὴ τῶν ἀπορρήτων.’ τοῦτον μὲν
οὖν ἐπίτηδες ἐκείνῳ παρεθήκαμεν, τῷ ἀπὸ τοῦ
βήματος τὸν ἀπὸ τῆς θυμέλης.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.