Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ἐκ τούτου παροξυνθεὶς ὁ Σέλευκος ἐξώρμησεν
εἰς Κιλικίαν μετὰ πολλῆς δυνάμεως. ὁ
δὲ Δημήτριος ἐκπλαγεὶς τῇ δἰ ὀλίγου μεταβολῇ
τοῦ Σελεύκου καὶ φοβηθείς, ὑπέστειλε τοῖς ὀχυρωτάτοις
τοῦ Ταύρου, καὶ διαπεμπόμενος ἠξίου μάλιστα
μὲν αὐτὸν περιϊδεῖν τῶν αὐτονόμων τινὰ
βαρβάρων κτησάμενον ἀρχήν, ἐν ᾗ καταβιώσεται
πλάνης καὶ φυγῆς παυσάμενος, εἰ δὲ μή, τὸν
χειμῶνα διαθρέψαι τὴν δύναμιν αὐτόθι, καὶ μὴ
πάντων ἐνδεᾶ καὶ γυμνὸν ἐξελαύνειν καὶ προβάλλειν
τοῖς πολεμίοις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.