Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ἀπέλιπε δὲ γενεὰν ὁ Δημήτριος Ἀντίγονον
μὲν ἐκ Φίλας καὶ Στρατονίκην, δύο δὲ Δημητρίους,
τὸν μὲν Λεπτόν, ἐξ Ἰλλυρίδος γυναικός, τὸν
δὲ ἄρξαντα Κυρήνης ἐκ Πτολεμαΐδος, ἐκ δὲ Δηϊδαμείας
Ἀλέξανδρον, ὃς ἐν Αἰγύπτῳ κατεβίωσε.
λέγεται δὲ καὶ Κόρραγον υἱὸν ἐξ Εὐρυδίκης αὐτῷ
γενέσθαι. κατέβη δὲ ταῖς διαδοχαῖς τὸ γένος
αὐτοῦ βασιλεῦον εἰς Περσέα τελευταῖον, ἐφ᾽ οὗ
Ῥωμαῖοι Μακεδονίαν ὑπηγάγοντο.
διηγωνισμένου δὲ τοῦ Μακεδονικοῦ δράματος
ὥρα τὸ Ῥωμαϊκὸν ἐπεισαγαγεῖν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.