Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ὡς
δὲ ἔγνω μηδὲ ἐκείνης τῆς ἡμέρας ἐφόδιον ἔχοντας
αὐτούς, ἐπ᾽ ἄλλων ἐγένετο λογισμῶν. εἶτα μέντοι
Σωσιγένης ἐπῆλθεν, ἑταῖρος αὐτοῦ, χρυσοῦς
τετρακοσίους ὑπεζωσμένος: καὶ ἀπὸ τούτων ἐλπίζοντες
ἄχρι θαλάσσης διαγενήσεσθαι, πρὸς τὰς
ὑπερβολὰς ἐχώρουν σκοταῖοι. πυρῶν δὲ καιομένων
πρὸς αὐταῖς πολεμίων ἀπογνόντες ἐκείνην
τὴν ὁδὸν αὖθις ἀνεχώρησαν εἰς τὸν αὐτὸν τόπον,
οὔτε πάντες ῾ἔνιοι γὰρ ἀπέδρασαν᾽ οὔτε ὁμοίως
οἱ παραμένοντες πρόθυμοι:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.