Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
αὐτὸς ἐμβὰς εἰς τὸ ἐφόλκιον ἐξῆλθε
μόνος καὶ πρὸς τὸν Ἀντίγονον ἀνέβαινε, μετέωρον
ὄντα τῇ προσδοκίᾳ τῆς μάχης καὶ διακείμενον
ὡς εἰκός ἐστι διακεῖσθαι τοὺς περὶ πραγμάτων
τηλικούτων ἀγωνιῶντας. τότε γε μὴν ἀκούσας
ἐκεῖνον ἥκειν ἔτι μᾶλλον ἢ πρότερον ἔσχε ταραχωδῶς,
καὶ μόλις μὲν αὑτὸν οἴκοι κατεῖχεν,
ἄλλους δ᾽ ἐπ᾽ ἄλλοις ἔπεμπεν ὑπηρέτας καὶ
φίλους πευσομένους τοῦ Ἀριστοδήμου περὶ τῶν
γεγονότων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.