Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
τέλος δὲ τῷ
Δημητρίῳ τολμήσαντές τινες προσελθεῖν ἐκέλευον
ἀπιέναι καὶ σώζειν αὑτόν: ἀπειρηκέναι γὰρ ἤδη
Μακεδόνας ὑπὲρ τῆς ἐκείνου τρυφῆς πολεμοῦντας.
οὗτοι μετριώτατοι τῶν λόγων ἐφαίνοντο τῷ Δημητρίῳ
πρὸς τὴν τῶν ἄλλων τραχύτητα: καὶ παρελθὼν
ἐπὶ σκηνήν, ὥσπερ οὐ βασιλεύς, ἀλλ᾽ ὑποκριτής,
μεταμφιέννυται χλαμύδα φαιὰν ἀντὶ τῆς
τραγικῆς ἐκείνης, καὶ διαλαθὼν ὑπεχώρησεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.