Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
καὶ ταῦτα μὲν ἀστεῖα τοῦ Σελεύκου. Κιλικίαν
δὲ ἀξιῶν χρήματα λαβόντα παραδοῦναι
Δημήτριον, ὡς οὐκ ἔπειθε, Σιδῶνα καὶ Τύρον
ἀπαιτῶν πρὸς ὀργὴν ἐδόκει βίαιος εἶναι καὶ δεινὰ
ποιεῖν, εἰ τὴν ἀπ᾽ Ἰνδῶν ἄχρι τῆς κατὰ Συρίαν
θαλάσσης ἅπασαν ὑφ᾽ αὑτῷ πεποιημένος οὕτως
ἐνδεής ἐστιν ἔτι πραγμάτων καὶ πτωχὸς ὡς ὑπὲρ
δυεῖν πόλεων ἄνδρα κηδεστὴν καὶ μεταβολῇ
τύχης κεχρημένον ἐλαύνειν,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.