μορφὴν ἀμείψας ἐκ θεοῦ βροτησίαν
πάρεστι Δίρκης νάματ᾽ Ἰσμηνοῦ θ᾽ ὕδωρ.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ταύτῃ μᾶλλον ἄν τις ἀπεικάσαι τὰ Δημητρίου
πράγματα καὶ τὰς περὶ αὐτὸν αὐξήσεις καὶ φθίσεις
καὶ ἀναπληρώσεις καὶ ταπεινότητας, οὗ γε
καὶ τότε παντάπασιν ἀπολείπειν καὶ κατασβέννυσθαι
δοκοῦντος ἀνέλαμπεν αὖθις ἡ ἀρχή, καὶ
δυνάμεις τινὲς ἐπιρρέουσαι κατὰ μικρὸν ἀνεπλήρουν
τὴν ἐλπίδα. καὶ τό γε1 πρῶτον ἰδιώτης
καὶ τῶν βασιλικῶν κοσμίων ἔρημος ἐπεφοίτα
ταῖς πόλεσι, καί τις αὐτὸν ἐν Θήβαις τοιοῦτον
θεασάμενος ἐχρήσατο τοῖς Εὐριπίδου στίχοις οὐκ
ἀηδῶς:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.