Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀναρρηθέντων δὲ τούτων οἱ μὲν πολλοὶ
παραχρῆμα τὰς ἀσπίδας θέμενοι πρὸ τῶν ποδῶν
ἀνεκρότησαν καὶ βοῶντες ἐκέλευον ἀποβαίνειν
τὸν Δημήτριον, εὐεργέτην καὶ σωτῆρα προσαγορεύοντες:
οἱ δὲ περὶ τὸν Φαληρέα πάντως μὲν
ᾤοντο δεῖν δέχεσθαι τὸν κρατοῦντα, κἂν μηδὲν ὧν
ἐπαγγέλλεται μέλλῃ βεβαιοῦν, ὅμως δὲ πρέσβεις
δεομένους 1 ἀπέστειλαν, οἷς ὁ Δημήτριος ἐντυχὼν
φιλανθρώπως συνέπεμψε παρ᾽ ἑαυτοῦ τῶν πατρῴων
φίλων τὸν Μιλήσιον Ἀριστόδημον.
1 δεομένους Bekker has δεησομένους, after Coraës.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.