Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ὅθεν ἐπεὶ γενομένῳ περὶ
τὰς Κυκλάδας αὐτῷ πρέσβεις Ἀθηναίων ἀπήντησαν
ἀπέχεσθαι τῆς πόλεως παρακαλοῦντες,
ὡς ἐψηφισμένου τοῦ δήμου μηδένα δέχεσθαι τῇ
πόλει τῶν βασιλέων, τὴν δὲ Δηϊδάμειαν εἰς
Μέγαρα ἐξέπεμψαν μετὰ τιμῆς καὶ πομπῆς πρεπούσης,
τοῦ καθεστηκότος ἐξέστη δἰ ὀργὴν αὐτοῦ,
καίπερ ἐνηνοχὼς ῥᾷστα τὴν ἄλλην ἀτυχίαν
καὶ γεγονὼς ἐν τοιαύτῃ μεταβολῇ πραγμάτων οὐ
ταπεινὸς οὐδ᾽ ἀγεννής.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.