Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
καὶ γὰρ τόνου φωνῆς καὶ ῥημάτων
πικρίας φεισάμενος, ἐλαφρῶς δὲ καὶ φιλικῶς
μεμψάμενος αὐτοὺς διηλλάσσετο, καὶ δέκα μυριάδας
σίτου μεδίμνων ἐπέδωκε, καὶ κατέστησεν
ἀρχὰς αἳ μάλιστα τῷ δήμῳ προσφιλεῖς ἦσαν.
συνιδὼν δὲ Δρομοκλείδης ὁ ῥήτωρ ὑπὸ χαρᾶς τὸν
δῆμον ἔν τε φωναῖς ὄντα παντοδαταῖς καὶ τοὺς
ἀπὸ τοῦ βήματος ἐπαίνους τῶν δημαγωγῶν ἁμιλλώμενον
ὑπερβαλέσθαι, γνώμην ἔγραψε Δημητρίῳ
τῷ βασιλεῖ τὸν Πειραιᾶ παραδοθῆναι καὶ
τὴν Μουνυχίαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.