Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἐκ τούτου διαταραχθεὶς καὶ τὸν υἱὸν ὁρκώσας
σιωπήσειν, ἔφρασε τὴν ὄψιν αὐτῷ, καὶ ὅτι πάντως
τὸν ἄνθρωπον ἐκποδὼν ποιεῖσθαι καὶ διαφθείρειν
ἔγνωκεν. ἀκούσας δὲ ὁ Δημήτριος ἠχθέσθη
σφόδρα, καὶ τοῦ νεανίσκου, καθάπερ εἰώθει,
γενομένου παρ᾽ αὐτῷ καὶ συνόντος ἐπὶ σχολῆς,
φθέγξασθαι μὲν οὐκ ἐτόλμησεν οὐδὲ τῇ φωνῇ
κατειπεῖν διὰ τὸν ὅρκον, ὑπαγαγὼν δὲ κατὰ
μικρὸν ἀπὸ τῶν φίλων, ὡς ἐγεγόνεσαν μόνοι καθ᾽
αὑτούς, τῷ στύρακι τῆς λόγχης κατέγραφεν εἰς
τὴν γῆν ὁρῶντος αὐτοῦ, ‘φεῦγε, Μιθριδάτα.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.