Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἔνδοθεν
μὲν οὖν στέγαις διεπέφρακτο καὶ χώραις
πολλαῖς, τὸ δὲ πρὸς τοὺς πολεμίους αὐτῆς μέτωπον
ἀνέῳκτο καθ᾽ ἑκάστην στέγην θυρίσιν, καὶ
διὰ τούτων ἐξέπιπτε βέλη παντοδαπά: μεστὴ γὰρ
ἦν ἀνδρῶν μαχομένων πᾶσαν ἰδέαν μάχης. καὶ
τὸ μὴ κραδαινόμενον αὐτῆς μηδὲ κλινόμενον ἐν
ταῖς κινήσεσιν, ἀλλ᾽ ὀρθὸν ἐν ἕδρᾳ καὶ ἀσάλευτον,
ἰσορρόπως ἅμα ῥοίζῳ καὶ τόνῳ πολλῷ προχωροῦν,
θάμβος ἅμα τῇ ψυχῇ καὶ χάριν τινα τῇ
ὄψει τῶν θεωμένων παρεῖχε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.