Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ἦν δὲ
θαυμαστὸν ὅτι τῆς φίλας ἐν ἀρχῇ τὸ μὴ καθ᾽
ἡλικίαν δυσχεραίνων, ἥττητο τῆς Λαμίας, καὶ
τοσοῦτον ἤρα χρόνον, ἤδη παρηκμακυίας. Δημὼ
γοῦν, ἡ ἐπικαλουμένη Μανία, παρὰ δεῖπνον αὐλούσης
τῆς Λαμίας καὶ τοῦ Δημητρίου πυθομένου,
‘τί σοι δοκεῖ;’
‘Γραῦς,’ εἶπεν, ‘ὦ βασιλεῦ.’
πάλιν δὲ τραγημάτων παρατεθέντων κἀκείνου
πρὸς αὐτὴν εἰπόντος, ‘ὁρᾷς ὅσα μοι Λάμια
πέμπει;’
‘πλείονα,’ ἔφη, ‘πεμφθήσεταί σοι
παρὰ τῆς ἐμῆς μητρός, ἐὰν θέλῃς καὶ μετ᾽ αὐτῆς
καθεύδειν.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.