Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπεὶ δὲ ἅπαξ ὥσπερ εἰς ὁδὸν βασιλικὴν
τὴν ἐλπίδα κατέστη καὶ συνίστατο πάλιν σῶμα
καὶ σχῆμα περὶ αὑτὸν ἀρχῆς, Θηβαίοις μὲν ἀπέδωκε
τὴν πολιτείαν, Ἀθηναῖοι δὲ ἀπέστησαν αὐτοῦ.
καὶ τόν τε Δίφιλον, ὃς ἦν ἱερεὺς τῶν Σωτήρων
ἀναγεγραμμένος, ἐκ τῶν ἐπωνύμων ἀνεῖλον,
ἄρχοντας αἱρεῖσθαι πάλιν, ὥσπερ ἦν πάτριον,
ψηφισάμενοι, τόν τε Πύρρον ἐκ Μακεδονίας μετεπεμποντο,
μᾶλλον ἢ προσεδόκησαν ἰσχύοντα τὸν
Δημήτριον ὁρῶντες.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.