Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ἄρτι δὴ τοῦ Ἀπολλωνίδου πρὸς τὸν Δημήτριον
ἀφιγμένου περιχαροῦς, καὶ τῶν ἄλλων
ἐπερχομένων καὶ λόγους θαυμαστοὺς ἀπαγγελλόντων
περὶ τοῦ Σελεύκου, καὶ τοῦ Δημητρίου
μετὰ τηλικαύτην δυστυχίαν καὶ κακοπραγίαν, εἰ
καὶ πρότερον ἐδόκει τὴν παράδοσιν τοῦ σώματος
αἰσχρὰν πεποιῆσθαι, τότε μετεγνωκότος διὰ τὸ
θαρρεῖν καὶ πιστεύειν ταῖς ἐλπίσιν, ἦλθε Παυσανίας
ἔχων στρατιώτας ὁμοῦ πεζοὺς καὶ ἱππεῖς
περὶ χιλίους.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.