Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ὃ δὲ μάλιστα πάντες ἐθαύμασαν, ἐν τῇ σκηνῇ
μόνος διελέχθη πρὸς αὐτόν, οὐκ εἰθισμένος ἔχειν
οὐδὲ πρὸς ἐκεῖνον ἀπορρήτους κοινολογίας, ἀλλὰ
ἴδιος ὢν γνώμῃ, εἶτα προστάττων φανερῶς καὶ
χρώμενος οἷς βουλεύσαιτο καθ᾽ ἑαυτόν. λέγεται
γοῦν μειράκιον ἔτι ὄντα τὸν Δημήτριον αὐτοῦ
πυθέσθαι πότε μέλλουσιν ἀναζευγνύειν: τὸν δὲ
εἰπεῖν πρὸς ὀργήν: ‘ἀγωνιᾷς μὴ μόνος σὺ τῆς
σάλπιγγος οὐκ ἀκούσῃς;’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.