previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


θηρίον Ἰνδικὸν βίαιον τὴν ἀλκήν, μέγεθος κατὰ τὸν λέοντα τὸν μέγιστον, τὴν δὲ χρόαν ἐρυθρόν, ὡς κινναβάρινον εἶναι δοκεῖν, δασὺ δὲ ὡς κύνες, φωνῇ τῇ Ἰνδῶν μαρτιχόρας ὠνόμασται. τὸ πρόσωπον δὲ κέκτηται τοιοῦτον, ὡς δοκεῖν οὐ θηρίου τοῦτό γε, ἀλλὰ ἀνθρώπου ἔχειν. ὀδόντες δὲ τρίστοιχοι ἐμπεπήγασιν [p. 88] οἱ ἄνω αὐτῷ, τρίστοιχοι δὲ οἱ κάτω, τὴν ἀκμὴν ὀξύτατοι, τῶν κυνείων ἐκεῖνοι μείζους: τὰ δὲ ὦτα ἔοικεν ἀνθρώπῳ, μείζω δὲ καὶ δασέα: τοὺς δὲ ὀφθαλμοὺς γλαῦκός ἐστι, καὶ ἐοίκασιν ἀνθρωπίνοις καὶ οὗτοι. πόδας δέ μοι νόει καὶ ὄνυχας οἵους εἶναι λέοντος. τῇ δὲ οὐρᾷ ἄκρᾳ προσήρτηται σκορπίου κέντρον, καὶ εἴη ἂν ὑπὲρ πῆχυν τοῦτο, καὶ παρ᾽ ἑκάτερα αὐτῷ οὐρὰ κέντροις διείληε πται: τὸ δὲ οὐραῖον τὸ ἄκρον ἐς θάνατον ἐκέντηστὸν περιτυχόντα, καὶ διέφθειρε παραχρῆμα. ἐὰν δέ τις αὐτὸν διώκῃ, δὲ ἀφίησι τὰ κέντρα πλάγια ὡς βέλη, καὶ ἔστι τὸ ζῷον ἑκηβόλον. καὶ ἐς τοὔμπροσθεν μὲν ὅταν ἀπολύῃ τὰ κέντρα, ἀνακλᾷ τὴν οὐράν: ἐὰν δὲ ἐς τοὐπίσω κατὰ τοὺς Σάκας, δὲ ἀποτάδην αὐτὴν ἐξαρτᾷ. ὅτου δ᾽ ἂν τὸ βληθὲν τύχῃ, ἀποκτείνει: ἐλέφαντα δὲ οὐκ ἀναιρεῖ μόνον. τὰ δὲ ἀκοντιζόμενα κέντρα ποδιαῖα τὸ μῆκός ἐστι, σχοίνου δὲ τὸ πάχος. λέγει δὲ ἄρα Κτησίας καί φησιν ὁμολογεῖν αὐτῷ τοὺς Ἰνδούς, ἐν ταῖς χώραις τῶν ἀπολυομένων ἐκείνων κέντρων ὑπαναφύεσθαι ἄλλα, ὡς εἶναι τοῦ κακοῦ τοῦδε ἐπιγονήν. φιληδεῖ δέ, ὡς αὐτὸς λέγει, μάλιστα ἀνθρώπους ἐσθίων, καὶ ἀναιρεῖ γε ἀνθρώπους πολλούς, καὶ οὐ καθ᾽ ἕνα ἐλλοχᾷ, δύο δ᾽ ἂν ἐπίθοιτο καὶ τρισί, καὶ κρατεῖ τῶν τοσούτων μόνος. καταγωνίζεται δὲ καὶ τῶν ζῴων τὰ λοιπά, λέοντα δὲ οὐκ ἂν καθέλοι ποτέ. ὅτι δὲ κρεῶν ἀνθρωπείων ἐμπιπλάμενον τόδε τὸ ζῷον ὑπερήδεται, κατηγορεῖ καὶ τὸ ὄνομα: νοεῖ γὰρ τῇ Ἑλλήνων φωνῇ ἀνθρωποφάγον αὐτὸ εἶναι. ἐκ δὲ τοῦ ἔργου καὶ κέκληται. πέφυκε δὲ κατὰ τὴν ἔλαφον ὤκιστος. τὰ βρέφη δὲ τῶνδε τῶν ζῴων Ἰνδοὶ θηρῶσιν ἀκέντρους τὰς οὐρὰς ἔχοντα, καὶ λίθῳ γε διαθλῶσιν αὐτάς, ἵνα ἀδυνατῶσι [p. 89] τὰ κέντρα ἀναφύειν. φωνὴν δὲ σάλπιγγος ὡς ὅτι ἐγγυτάτω προΐεται. λέγει δὲ καὶ ἑορακέναι τόδε τὸ ζῷον ἐν Πέρσαις Κτησίας ἐξ Ἰνδῶν κομισθὲν δῶρον τῷ Περσῶν βασιλεῖ, εἰ δή τῳ ἱκανὸς τεκμηριῶσαι ὑπὲρ τῶν τοιούτων Κτησίας. ἀκούσας γε μὴν τὰ ἴδιά τις τοῦδε τοῦ ζῴου εἶτα μέντοι τῷ συγγραφεῖ τῷ Κνιδίῳ προσεχέτω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: