previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μέγα φρονείτωσαν αἱ Παιονίδες γυναῖκες καὶ τὸ φρύαγμα αἰρέτωσαν δρῶσαι τὰ ὑμνούμενα. ἔστι δὲ τοιαῦτα. τῇ μὲν κεφαλῇ φέρουσιν ὑδρίαν μεστὴν ὕδατος, καὶ τὸν αὐχένα ἀνέστησαν, ὥστε αὐταῖς βαδιζούσαις ἄτρεπτόν τε καὶ ἀκλινῆ διαμένειν τὴν ὑδρίαν: ἐξαρτήσασαι δὲ τοῦ κόλπου θηλάζουσι τὰ βρέφη, καὶ ἐς τὸν βραχίονα τὸν ῥυτῆρα ἐνάψασαι τὸν τοῦ γήμαντος ἵππον ἐς ἀρδείαν ἄγουσι, καὶ ταῖς χερσὶ νῶσι λίνον. ταῦτά τοι καὶ Δαρεῖος ἐθαύμασεν, ὅτε Παίονες νεανίαι τὴν ἑαυτῶν ἀδελφὴν οὕτω σκευάσαντες, δικάζοντος αὐτοῦ, παρήγαγον αὐτήν, ἵνα ἐς ἔρωτα ἐμπεσὼν τῆς οὕτως ἀθρόας αὐτουργίας ἕλῃ Παίονας. ἀλλὰ φύσις πόσῳ Παιονίδων σοβαρωτέρα. κύων θηράσασα ῾λαγὼς δὲ ἦν τὸ ἄγρευμα αὐτῇ, καὶ ἐκύει κύων᾽ ἐπεὶ τῆς σπουδῆς τῆς προκειμένης ἐτετυχήκει, τῷ μὲν δεσπότῃ τοῦ θηράματος ἀπέστη, ἀναχωρήσασα δὲ ἐννέα φασὶ σκύλακας ἀποκυήσασα εἶτα ἐξέθρεψεν αὐτούς. εἰ δὲ Λιγυστίνων αἱ γυναῖκες μέγα φρονοῦσιν ὅτι κἀκεῖναι τὴν ὠδῖνα ἀπολύσασαι καὶ ἐξαναστᾶσαι τῶν ἔργων ἔχονται τῶν κατὰ τὴν οἰκίαν, ἀκούσασαι τὸ τῆς κυνὸς ἔργον τῆς προειρημένης τοῦ φυσήματος ἀποστᾶσαι πάντως ἐγκαλύψονται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: