previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μελιττῶν δὲ ἡλικίαν διαγνοίη τις ἂν τὸν τρόπον τοῦτον. αἱ μὲν αὐτοετεῖς στιλπναί τέ εἰσι καὶ ἐοίκασιν ἐλαίῳ τὴν χρόαν: αἱ δὲ πρεσβύτεραι τραχεῖαι καὶ ἰδεῖν καὶ προσψαῦσαι γίνονται, ῥυσαὶ δὲ ὁρῶνται διὰ τὸ γῆρας: ἐμπειρότεραι δέ εἰσιν αὗται καὶ τεχνικώτεραι, παιδεύσαντος αὐτὰς τὴν ἐπὶ τῷ μέλιτι σοφίαν τοῦ χρόνου. ἔχουσι δὲ καὶ μαντικῶς, ὥστε καὶ ὑετῶν καὶ κρύους ἐπιδημίαν προμαθεῖν: καὶ ὅταν τούτων τὸ ἕτερον καὶ ἀμφότερα ἔσεσθαι συμβάλωσιν, οὐκ ἐπὶ μήκιστον ἐκτείνουσι τὴν πτῆσιν, ἀλλὰ περιποτῶνται τοῖς σμήνεσι, καὶ οἱονεὶ περιθυροῦσιν. ἐκ δὴ τούτων οἱ μελιττουργοὶ οἰωνισάμενοι προλέγουσι τοῖς γεωργοῖς τὴν μέλλουσαν ἐπιδημίαν τοῦ χειμῶνος. δεδοίκασι δὲ ἄρα οὐ τοσοῦτον τὸ κρύος αἱ μέλιτται, ὅσον τὸν ὄμβρον τὸν πολὺν καὶ τὸν νιφετόν. ἐναντίαι δὲ πολλάκις τοῦ πνεύματος πέτονται, καὶ βραχεῖαν λίθον ἐν τοῖς ποσὶ κομίζουσι καὶ τοσαύτην ὅσην εὔφορον αὐταῖς πετομέναις εἶναι, καὶ τρόπον τινὰ τοῦτο ἕρμα ἑαυταῖς ἐπιτεχνῶνται πρὸς τὸν ἐμπίπτοντα ἄνεμον τά τε ἄλλα καὶ ἵνα μὴ παρατρέψῃ τῆς ὀδοῦ αὔρα αὐτάς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: