previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἔρωτος δὲ ἰσχὺν καὶ ἰχθύων γένη πολλὰ ἔγνω, τοῦ τοσούτου θεοῦ μηδὲ τοὺς κάτω καὶ ἐν τῷ βυθῷ τῆς θαλάσσης ὑπεριδόντος καὶ ἀτιμάσαντος. λατρεύει γοῦν τῷδε τῷ δαίμονι καὶ κέφαλος, ἀλλ᾽ οὐ πᾶς, ἐκεῖνος δὲ ὅνπερ οὖν ἀπὸ τοῦ ὀξέος προσώπου καλοῦσιν οἱ γένη τε καὶ διαφορὰς ἰχθύων κατεγνωκότες. ἁλίσκονται δέ, ὡς ἀκούω, περὶ τὸν κόλπον τὸν Ἀχαῖκὸν πολλοί. καὶ τῆς μὲν κατ᾽ αὐτοὺς ἁλώσεως [p. 10] διαφορότης ἐστί: μάλιστα δὲ αὐτῶν τὸ λυττῶδες τὸ ἐς τὰ ἀφροδίσια κατηγορεῖ ἥδε ἄγρα. θηράσας ἀνὴρ ἁλιεὺς θῆλυν, καὶ ἐνδήσας καλάμῳ μακρῷ σπάρτῳ καὶ τούτῳ μακρῷ, κατὰ τῆς ᾐόνος ἡσυχῆ βαδίζων παρανηχόμενον τὸν ἰχθὺν καὶ ἀσπαίροντα ἐπισύρει: κατ᾽ ἴχνια δὲ αὐτοῦ τις ἕπεται φέρων δίκτυον, καὶ τὸ μέλλον ὅπῃ τε καὶ ὅπως ἀπαντήσεται φυλάττει φιλοπόνως δικτυεὺς οὗτος. οὐκοῦν μὲν ἄγεται, ὁπόσοι δὲ ἂν ἴδωσι τῶν ἀρρένων, οἷα δήπου νεανίαι ἀκόλαστοι μείρακος παραθεούσης εὖ μάλα ὡρικῆς ἐποφθαλμιάσαντες, ἵενται κατὰ μίξιν οἰστρούμενοι. τοίνυν τὸ δίκτυον ἔχων ῥίπτει τὸν βόλον, καὶ πολλάκις ἰχθύων εὐερμίᾳ περιτυγχάνει τῇ τῆς ἐπιθυμίας ὁρμῇ προσερχομένων. δεῖ δὲ τῷ πρώτῳ θηρατῇ τὴν αἱρεθεῖσαν ὡραίαν τε εἶναι καὶ εὖ ἥκουσαν σαρκῶν, ἵνα καὶ πλείους ἐπ᾽ αὐτὴν ὁρμήσωσιν, τὸ τῆς ὥρας ἐφολκὸν δέλεαρ λαβόντες. εἰ δὲ ἄσαρκος εἴη, οἱ πολλοὶ ὑπερφρονήσαντες ᾤχοντο ἀπιόντες: ὅστις δὲ αὐτῶν ἐστι δύσερως, οὐκ ἀπαλλάττεται, οὐ τῇ ὥρᾳ, μὰ Δία, ἀλλὰ τῷ τῆς μίξεως πόθῳ δεδουλωμένος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: