previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


βοῦς θαλάττιος ἐν πηλῷ τίκτεται, καὶ ἔστιν ἐξ ὠδίνων βράχιστος, γίνεται δὲ ἐκ βραχίστου μέγιστος. καὶ τὰ μὲν ὑπὸ τὴν νηδὺν λευκός ἐστι, τὰ νῶτα δὲ καὶ τὸ πρόσωπον καὶ τὰς πλευρὰς μέλας δεινῶς: στόμα δὲ αὐτῷ ἐμπέφυκε σμικρόν, οἱ δὲ [p. 14] ὀδόντες, μεμυκότος οὐκ ἂν αὐτοὺς ἴδοις: ἔστι δὲ μήκιστος καὶ πλατύτατος. σιτεῖται μὲν οὖν καὶ τῶν ἰχθύων πολλούς, μάλιστα δὲ σαρκῶν ἀνθρωπείων ἐσθίων ὑπερήδεται. σύνοιδε δὲ αὑτῷ ὅτι ῥώμην ἥκιστός ἐστι, μόνῳ δὲ ἐπιθαρρεῖ τῷ μεγέθει. καὶ διὰ τοῦτο ὅταν ἴδῃ τινὰ νηχόμενον πονούμενον ἐν ταῖς ὑδροθηρίαις, μετεωρίσας ἑαυτὸν καὶ ἐπικυρτώσας ἐπινήχεταί οἱ βαρὺς ἄνω ἐγκείμενός τε καὶ πιέζων καὶ ἐπαρτῶν δεῖμά τι, ὑπερπετάσας τὸ πᾶν σῶμα τῷ δειλαίῳ ὡς στέγην, ἀναδῦναί τε καὶ ἀναπνεῦσαι κωλύων αὐτόν. οὐκοῦν ἐπισχεθέντος οἱ τοῦ πνεύματος, μέν, οἷα εἰκός, ἀποθνήσκει, δὲ ἐμπεσὼν ἔχει τῆς παραμονῆς μισθὸν μάλιστα λιχνεύει δεῖπνον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: