Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὰ μὲν ἄλλα τῶν ᾠδικῶν ὀρνέων εὐστομεῖ καὶ τῇ γλώττῃ φθέγγεται δίκην ἀνθρώπου: οἱ δὲ τέττιγες κατὰ τὴν ἰξύν εἰσι λαλίστατοι. καὶ σιτοῦνται μὲν τῆς δρόσου, τὰ δὲ ἐξ ἕω ἐς πλήθουσαν ἀγορὰν σιωπῶσιν, ἡλίου δὲ ὑπαρχομένου τῆς ἀκμῆς, τὸν ἐξ ἑαυτῶν μεθιᾶσι κέλαδον, φιλόπονοί τινες ὡς ἂν εῖποις χορευταί, ὑπὲρ κεφαλῆς καὶ τῶν παρανεμόντων καὶ τῶν ὁδῷ χρωμένων καὶ τῶν ἀμώντων κατᾴδοντες. καὶ τοῦτο μὲν τὸ φιλόμουσον ἔδωκε τοῖς ἄρρεσιν ἡ φύσις: τέττιξ δὲ θήλεια ἄφωνός ἐστι, καὶ ἔοικε σιωπᾶν δίκην νύμφης αἰδουμένης.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.