Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ῥάχις ἀνθρώπου νεκροῦ φασιν ὑποσηπόμενον τὸν μυελὸν ἤδη τρέπει ἐς ὄφιν: καὶ ἐκπίπτει τὸ θηρίον, καὶ ἕρπει τὸ ἀγριώτατον ἐκ τοῦ ἡμερωτάτου: καὶ τῶν μὲν καλῶν καὶ ἀγαθῶν τὰ λείψανα ἀναπαύεται, καὶ ἔχει ἆθλον ἡσυχίαν, ὥσπερ οὖν καὶ ἡ ψυχὴ τῶν τοιούτων τὰ ᾀδόμενά τε καὶ ὑμνούμενα ἐκ [p. 27] τῶν σοφῶν: πονηρῶν δὲ ἀνθρώπων ῥάχεις τοιαῦτα τίκτουσι καὶ μετὰ τὸν βίον. ἢ τοίνυν τὸ πᾶν μῦθός ἐστιν, ἤ, εἰ ταῦτ᾽ ἀψευδῶς πεπίστευται, πονηροῦ νεκρός, ὡς κρίνειν ἐμέ, ὄφεως γενέσθαι πατὴρ τοῦ τρόπου μισθὸν ἠνέγκατο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.