previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κυνῶν θαλαττίων τρία γένη. καὶ οἳ μὲν αὐτῶν [p. 28] εἰσι μεγέθει μέγιστοι, καὶ κητῶν ἐν τοῖς ἀλκιμωτάτοις ἀριθμοῖντο ἄν: γένη δὲ δύο τὰ λοιπά, πηλαῖοιμὲν τὴν φύσιν, προήκουσι δὲ ἐς πῆχυν τὸ μέγεθος. καὶ τούτων οἱ μὲν κατεστιγμένοι καλοῖντο ἂν γαλεοί, κεντρίνας δὲ ὀνομάζων τοὺς λοιποὺς οὐκ ἂν διαμαρτάνοις. οἱ μὲν οὖν ποικίλοι καὶ τὴν δοράν εἰσι μαλακώτεροι καὶ τὴν κεφαλὴν πλατύτεροι: οἱ δὲ ἕτεροι σκληροὶ τὴν δορὰν ὄντες τὴν κεφαλὴν δὲ ἀνήκουσαν ἐς ὀξὺ ἔχοντες τὴν χρόαν ἐς τὸ λευκὸν ἀποκρίνονται. κέντρα δὲ ἄρα αὐτοῖς συμπέφυκε τὸ μὲν κατὰ τὴν λοφιάν, ὡς ἂν εἴποις, τὸ δὲ κατὰ τὴν οὐράν: σκληρὰ δὲ ἄρα τὰ κέντρα καὶ ἀπειθῆ ἐστι, καὶ ἰοῦ τι προσβάλλει. ἁλίσκεται δὲ τῶν κυνῶν τῶν σμικρῶν τῶνδε ἑκάτερον τὸ φῦλον ἐκ τῆς ἰλύος καὶ τοῦ πηλοῦ, καὶ ἄγρα, εἰπεῖν αὐτὴν οὐ χεῖρόν ἐστι. δέλεαρ αὐτῶν καθιᾶσιν ἰχθὺν λευκὸν ἐκτετμημένον τὴν ῥάχιν. ὅταν τοίνυν εἷς ἁλῷ καὶ τῷ ἀγκίστρῳ περιπέσῃ, πάντες οἱ θεασάμενοι ἐμπηδῶσιν αὐτῷ καὶ κάτωθεν ἑλκομένῳ ἕπονται καὶ μέχρι τῆς νεὼς οὐκ ἀναστελλόμενοι, ὡς εἰκάσαι ζηλοτυπίᾳ δρᾶν ταῦτα αὐτούς, οἷα ἐκείνου τι τῶν ἐς τροφὴν ἑαυτῷ μόνῳ ποθὲν ἀποσυλήσαντος: καὶ ἐς τὴν ναῦν γε αὐτὴν ἐσεπήδησάν τινες πολλάκις, καὶ ἑκόντες ἑάλωσαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: