previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κῦρος μέν, ὥς φασιν, πρεσβύτερος μέγα ἐφρόνει ἐπὶ τοῖς βασιλείοις τοῖς ἐν Περσεπόλει, οἷσπερ οὖν αὐτὸς ᾠκοδομήσατο, Δαρεῖος δὲ ἐπὶ τῇ κατασκευῇ τῇ τῶν οἰκοδομημάτων τῶν Σουσείων: καὶ γὰρ καὶ ἐκεῖνος ἐν Σούσοις τὰ ᾀδόμενα ἐκεῖνα εἰργάσατο. Κῦρος δὲ δεύτερος ἐν Λυδίᾳ παράδεισον αὐτὸς κατεφύτευσε ταῖς χερσὶ ταῖς βασιλικαῖς ἐν τοῖς ἁβροῖς ἐκείνοις χιτῶσι καὶ τοῖς τερπνοῖς ἐκείνοις καὶ μέγα τιμίοις λίθοις, καὶ ἐπὶ τούτῳ γε ἐκαλλύνετο καὶ πρὸς ἄλλους μὲν τῶν Ἑλλήνων, ἀτὰρ οὖν καὶ πρὸς Λύσανδρον τὸν Λακεδαιμόνιον, ὅτε ἦλθε πρὸς τὸν Κῦρον Λύσανδρος ἐς τὴν Λυδίαν. καὶ ὑπὲρ μὲν τούτων ᾄδουσιν οἱ συγγραφεῖς, αἱ δὲ τῶν μελιττῶν οἰκοδομαὶ σοφώτεραι οὖσαι κατὰ πολὺ καὶ τεχνηέστεραι, ἀλλὰ τούτων γε οὐδὲ ὀλίγην ἔθεντο ὤραν: ἐκεῖνοι μὲν γὰρ πολλοὺς λυπήσαντες εἰργάσαντο ὅσα εἰργάσαντο: οὐδὲν δὲ ἄρα ἦν μελιττῶν εὐχαριτώτερον, ἐπεὶ μηδὲ σοφώτερον ἦν. πρώτους μὲν γὰρ ἐργάζονται τοὺς θαλάμους τοὺς τῶν βασιλέων, καὶ εὐρυχωρίαν ἔχουσιν οὗτοι, καὶ εἰσὶν ἀνώτεροι: καὶ ἕρκος δὲ περιβάλλουσι τούτοις, οἱονεὶ τεῖχος εἶναι καὶ περίβολον, ἀποσεμνύνουσαι καὶ ἐκ τούτου τὴν οἴκησιν τὴν βασίλειον. διαιροῦσι δὲ αὑτὰς ἐς τρία καὶ οὖν καὶ τὰς οἰκήσεις τὰς ἑαυτῶν ἐς τοσαῦτα. αἱ μὲν γὰρ πρεσβύταται γειτνιῶσι τῇ τῶν βασιλέων [p. 32] αὐλῇ, αἱ δὲ νεώταται μετὰ ταύτας οἰκοῦσιν, αἱ δὲ ἐν ἥβῃ καὶ ἀκμῇ οὖσαι ἐξωτέρω ἐκείνων, ὡς εἶναι τὰς μὲν πρεσβυτάτας φρουροὺς τῶν βασιλέων, τὰς δὲ νεάνιδας ἕρκος τῶν νεωτάτων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: