previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Εὐθηρίας γενομένης ἐλεφάντων οἷα δρῶσιν ἐς τὸ πραῧναί τε αὐτοὺς καὶ ἡμερῶσαι εἰπεῖν ἄξιον. πρῶτον μὲν ἐς ὕλην τινὰ ὀλίγον ἀφεστῶσαν τῆς τάφρου ἐν ἐθήρασαν ἄγουσιν αὐτοὺς δεδεμένους, διαλαβόντες [p. 246] ταῖς σχοίνοις καὶ μήτε προθεῖν ἐπιτρέποντες μήτε αὖ πάλιν ἀφίστασθαι καὶ ἀποσπᾶν ἐς τοὐπίσω: εἶτα ἕκαστον ἐξάψαντες μεγίστου δένδρου μεμετρημένῳ διαστήματι, ὡς μήτε ἐς τὸ ἔμπροσθεν ἐπιπηδᾶν ἔχειν μήτε ἐπὶ πολὺ πάλιν ἀναχωρεῖν τοῦ σκιρτᾶν καὶ ὑβρίζειν ἐξουσίᾳ, ἀτροφίᾳ τε καὶ λιμῷ τὴν ἄγαν ἰσχὺν καὶ ῥώμην καθαιροῦσι, καὶ μέντοι καὶ τὸν θυμὸν αὐτῶν καὶ τῆς ψυχῆς τὸ ἄτρεπτον ἡσυχῆ καταμαραίνουσιν, ὡς ἐκείνους λήθην μὲν ἴσχειν τῆς τέως ἀμάχου ἀγριότητος, παραλύεσθαι δὲ τοῦ πρόσθεν θυμοῦ. προσιέναι τε τοὺς τῶν τοιούτων πωλευτὰς καὶ ἐκ χειρὸς ὀρέγειν τροφήν, τοὺς δὲ ὑπὸ τῆς χρείας ἀναγκαζομένους λαμβάνειν καὶ μὴ κακουργεῖν, βλέπειν τε ἤδη πρᾶόν τε καὶ κεκμηκός. οἱ δὲ ἄγαν αὐτῶν ἰσχυροὶ καὶ τέλειοι ἀπορρήξαντες τὰ δεσμὰ καὶ ταῖς ἀκμαῖς τῶν κεράτων καὶ ταῖς προβοσκίσιν ἀνασπῶντες τὰ δένδρα, τὰ δὲ καὶ κατάξαντες ὑπὸ ῥύμης καὶ ἐμπεσόντες ἐς αὐτά, μόγις καὶ ὀψὲ τοῦ χρόνου τὰ μὲν λιμῷ, τὰ δὲ γλυκείᾳ τροφῇ, τὰ δὲ κέντροις ἡμερώθησαν. τροφὴ δὲ ἡμερουμένοις τοῖσδε τοῖς ζῴοις ἄρτοι τε οἱ μέγιστοι καὶ κριθαὶ καὶ ἰσχάδες καὶ ἀσταφίδες καὶ κρόμμυα καὶ σκόροδα καὶ μέλι χύδην σχίνου τε καὶ φοίνικος καὶ κιττοῦ φάκελοι καὶ πᾶν ὅσον ἐδωδίμου ὕλης καὶ ἐκείνοις συντρόφου καὶ ἐκ τούτου τοι καὶ φίλης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: