previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τῶν δὲ Ἀραβίων ζῴων πολύχροιά τε καὶ τὸ πολύμορφον πάντα γραφικὸν ἐλέγξαι δεινά, καὶ ταῦτα οὐ μόνον τά τε ἄλκιμα καὶ γενναῖα, ἤδη δὲ καὶ τὰ ἀδοξότερα. αἵ τε γὰρ ἀκρίδες καὶ οἱ ὄφεις, χρυσοειδῆ ἰνδάλματα καὶ ἐπ᾽ αὐτῶν κατέστικται: οἱ δὲ ἰχθῦς ἔτι καὶ πλέον τῆς πολυκόσμου χρόας μετειληχότες εἶτα ἰδεῖν ἐκπληκτικοί εἰσι. καὶ τὰ ὄστρεα δὲ τὰ τῆς Ἐρυθρᾶς θαλάττης τῆς αὐτῆς ἀγλαΐας ἄμοιρα οὐκ ἔστι: ζῶναί τε γὰρ περιέρχονται φλογώδεις αὐτά, καὶ φαίης ἂν θεασάμενος τὴν ἶριν αὐτὰ μιμεῖσθαι τῇ κράσει τῶν χρωμάτων, γραμμαῖς παραλλήλοις ὑπὸ τῆς φύσεως καταγραφέντα. ᾀδόμενος δὲ παρὰ τοῖς ἀνοήτοις καὶ ἐν ταῖς γυναιξὶ θαυμαστὸς μαργαρίτης θρέμμα μέντοι τῆς Ἐρυθρᾶς θαλάττης καὶ οὗτός ἐστι, καὶ τίκτεσθαί γε αὐτὸν τερατολογοῦσιν ὅταν ταῖς κόγχαις ἀνεῳγμέναις ἐπιλάμψωσιν αἱ ἀστραπαί. θηρῶνται δὲ ἄρα αἵδε αἱ κόγχαι αἱ τῶν προειρημένων μητέρες εὐημερίας τε οὔσης καὶ τῆς θαλάττης λείας: οἱ δὲ θηραταὶ συλλαβόντες εἶτα ἐξεῖλον τοῦτον δὴ τὸν θέλγοντα τὰς τῶν μάχλων ψυχάς. εὑρεθείη δ᾽ ἂν καὶ ἐν κόγχῃ μεγίστῃ μικρὸς καὶ ἐν μικρᾷ μέγας: καὶ μὲν οὐδένα ἔχει, δὲ οὐ πέρα ἑνός, πολλαὶ δὲ καὶ πολλούς: εἰσὶ δὲ οἳ λέγουσι καὶ εἴκοσι προσπεφυκέναι μιᾷ κόγχῃ. καὶ μὲν κόγχη τὸ κρέας ἐστίν, ἐπιπέφυκε δὲ ἄρα ὡς σκόλοψ ταῦτα. πρὸ καιροῦ δὲ καὶ τῆς ὠδῖνος τῆς ἐντελοῦς εἴπερ [p. 248] οὖν ἀνοίξειε τις τὰς κόγχας, κρέας μὲν ἂν εὕροι, τῆς δὲ θήρας τὸ ἀγώνισμα οὐχ ἕξει. λίθῳ δὲ ἄρα μαργαρίτης ἔοικε πεπωρωμένῳ, καὶ ἔχειν ἐν ἑαυτῷ καὶ στέγειν ὑγρὸν οὐ πέφυκεν οὐδὲ ὀλίγον. δοκοῦσι δὲ ἄρα τοῖς τούτων καπήλοις καὶ τοῖς ὠνουμένοις οἱ ἄγαν λευκοὶ καὶ οἱ μεγάλοι κάλλιστοι καὶ τιμαλφέστατοι, καὶ πλούσιοί γε ἐξ αὐτῶν ἐγένοντο οὐ μὰ Δία ὀλίγοι οἷς ἐντεῦθέν ἐστιν βίος. οὐκ ἀγνοῶ δὲ οὐδὲ ἐκεῖνο, ὅτι ἄρα ἐξαιρεθέντων τῶν λίθων τῶνδε ἀφείθησαν αὖθις αἱ κόγχαι, οἱονεὶ λύτρα δοῦσαι τῆς ἑαυτῶν σωτηρίας τὸ σπούδασμα τὸ προειρημένον, εἶτα ὑπανέφυσαν αὖθις αὐτό. ἐὰν δὲ τὸ ζῷον τὸ τρέφον αὐτὸν πρὶν ἐξαιρεθῆναι τὸν μαργαρίτην ἀποθάνῃ, ὥς που λέγει τις λόγος, τῇ σαρκὶ μέντοι συσσήπεται καὶ ἐκεῖνος καὶ ἀπόλλυται. φύσει δὲ ἔχει τῆς περιφερείας τὸ λεῖον καὶ εὐπερίγραφον. εἰ δὲ ἐθέλοι τις τῶν πεφυκότων ἑτέρως τινὰ σοφίας τέχνῃ περιγράψαι τε καὶ λεῖον ἀποφῆναι τὸν λίθον, δὲ ἐλέγχει τὴν ἐπιβουλήν: οὐ γὰρ πείθεται, τραχύτητας δὲ ὑπαναφύει, καὶ ὅτι ἄρα ἐπιβεβούλευται ἐς κάλλος κατηγορεῖ ταύτῃ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: