previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὗς καὶ τῶν ἰδίων τέκνων ὑπὸ τῆς λαιμαργίας ἀφειδῶς ἔχει, καὶ μέντοι καὶ ἀνθρώπου σώματι ἐντυχοῦσα οὐκ ἀπέχεται, ἀλλ᾽ ἐσθίει. ταύτῃ τοι καὶ ἐμίσησαν Αἰγύπτιοι τὸ ζῷον ὡς μυσαρὸν καὶ πάμβορον. φιλοῦσι δὲ οἱ φρόνιμοι καὶ τῶν ἀλόγων τὰ πραότερα καὶ φειδοῦς ἅμα καὶ εὐσεβείας μετειληχότα προτιμᾶν. Αἰγύπτιοι γοῦν τοὺς πελαργοὺς καὶ προσκυνοῦσιν, ἐπεὶ τοὺς πατέρας γηροκομοῦσιν καὶ ἄγουσι [p. 250] διὰ τιμῆς. οἱ αὐτοὶ δὲ Αἰγύπτιοι καὶ χηναλώπεκας καὶ ἔποπας τιμῶσιν, ἐπεὶ οἳ μὲν φιλότεκνοι αὐτῶν, οἳ δὲ πρὸς τοὺς γειναμένους εὐσεβεῖς. ἀκούω δὲ καὶ Μανέθωνα τὸν Αἰγύπτιον σοφίας ἐς ἄκρον ἐληλακότα ἄνδρα εἰπεῖν ὅτι γάλακτος ὑείου γευσάμενος ἀλφῶν ὑποπίμπλαται καὶ λέπρας: μισοῦσι δὲ ἄρα οἱ Ἀσιανοὶ πάντες τάδε τὰ πάθη. πεπιστεύκασι δὲ Αἰγύπτιοι τὴν ὗν καὶ ἡλίῳ καὶ σελήνῃ ἐχθίστην εἶναι. ὅταν οὖν πανηγυρίζωσι τῇ σελήνῃ, θύουσιν αὐτῇ ἅπαξ τοῦ ἔτους ὗς, ἄλλοτε δὲ οὔτε ἐκείνῃ οὔτε ἄλλῳ τῳ τῶν θεῶν τόδε τὸ ζῷον ἐθέλουσι θύειν. Ἀθηναῖοι δὲ έν τοῖς μυστηρίοις καταθύουσι τὰς ὗς καὶ μάλα δικαίως: λυμαίνονται γὰρ τὰ λήια, καὶ ἐσπηδήσασαι πολλάκις τοὺς μὲν νέους τῶν ἀσταχύων καὶ οὐδέπω ὡραίους κατακλῶσι, τοὺς δὲ ἐξορύττουσιν. Εὔδοξος δέ φησι φειδομένους τοὺς Αἰγυπτίους τῶν ὑῶν μὴ θύειν αὐτάς, ἐπεὶ τοῦ σίτου σπαρέντος ἐπάγουσι τὰς ἀγέλας αὐτῶν. αἳ δὲ πατοῦσι καὶ ἐς ὑγρὰν τὴν γῆν ὠθοῦσιν, ἵνα μείνῃ ἔμβιος καὶ μὴ ὑπὸ τῶν ὀρνίθων ἀναλωθῇ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Cross-references to this page (1):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: