previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀποσπώμενοι τῆς συνήθους γῆς οἱ ἐλέφαντες, καὶ ἐὰν ἡμερωθῶσι τὰ μὲν πρῶτα τοῖς δεσμοῖς καὶ τῷ λιμῷ, τὰ δὲ ἐπὶ τούτοις ταῖς τροφαῖς καὶ τῷ ποικίλῳ αὐτῶν, ὅμως τὸ φίλτρον τῆς θρεψαμένης χώρας οὐκ ἂν αὐτοῖς ποτε ἐξίτηλον γένοιτο. οἱ πλεῖστοι γοῦν ὑπὸ τῆς λύπης διαφθείρονται, ἤδη δέ τινες καὶ κλάοντες ἀστακτὶ καὶ ἀμέτροις τοῖς δακρύοις ἐπηρώθησαν τὴν ὄψιν. ἐσάγονται δὲ ἐς τὰς ναῦς διὰ γεφύρας, παρ᾽ ἑκάτερα αὐτῆς κλάδων τεθηλότων καὶ κομώντων πηγνυμένων καὶ ἄλλης ὕλης χλωρᾶς διασειομένης ἐς ἀπάτην τῶν θηρίων: εἰ γὰρ ταῦτα ὁρῷεν οἱ ἐλέφαντες, ἔτι καὶ τότε διὰ τῆς γῆς ἰέναι [p. 251] δοκοῦσιν, οὐδὲ ἐπιτρέπει ταῦτα ὁρᾶσθαι τὴν θάλατταν. βραχέα δέ ἐστι καὶ οὐκ ἀγχιβαθῆ τὰ πρὸ τῆς χώρας, ἐξ ἧς ἀνάγκη πλεῖν αὐτούς, καὶ αἱ ναῦς ἀφεστᾶσιν αἱ φορτίδες: καὶ διὰ ταῦτα τῆς γεφύρας δεῖ καὶ τῆς μηχανῆς τε καὶ ἐπιβουλῆς τῆς διὰ τῶν κλάδων καὶ τῆς ὕλης τῆς προειρημένης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: