previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Αἰγυπτίων ἀνηρτημένας γνώμας προευφραίνουσι καλαῖς ἐλπίσι, τὴν ἐπιδημίαν τοῦ ῥεύματος πρῶτοι συνιέντες καὶ θαυμαστῇ τινι φύσει προμαντευόμενοι ἐκεῖνοί γε. ἤδη δὲ καὶ τοῦτο ὑπὲρ τῆς ἐς αὐτοὺς τιμῆς φιλοῦσι προστιθέναι οἱ προειρημένοι, λέγοντες αὐτοὺς διαμένειν ἀλλήλων ἀγεύστους. γίνονται δὲ ἄρα ἐν τῇ Ἐρυθρᾷ θαλάττῃ κόγχαι καὶ ἕτεραι, οὐ λεῖαι τὰ ὄστρακα, ἀλλὰ ἔχουσαί τινας ἐντομὰς καὶ κοιλάδας. ὀξεῖαι δὲ αὗται τὰ χείλη εἰσί, καὶ συνιοῦσαι ἐς ἀλλήλας ἐμπίπτουσι, παραλλὰξ ἐντιθεῖσαι τὰς ἐξοχάς, ὡς δοκεῖν δύο πριόνων τοὺς κυνόδοντας ἐς ἀλλήλους συνέρχεσθαι. οὐκοῦν τῶν ἁλιέων ὅτου ἂν νηχομένου λάβωνται καὶ δάκωσιν [p. 252] τι οὖν μέρος, ἀποκόπτουσιν, εἰ καὶ ὀστοῦν ὑπείη τῷ μέρει τῷ δηχθέντι, καὶ κατὰ ἄρθρου μέντοι δακοῦσαι καὶ τοῦτο ἀπέκοψαν, καὶ εἰκότως: τομώτατον γάρ ἐστι τὸ δῆγμα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: